Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.103 Joseph. AJ 20.109 (English) >>Joseph. AJ 20.114

20.106τῆς πάσχα προσαγορευομένης ἑορτῆς ἐνστάσης, καθʼ ἣν ἔθος ἐστὶν ἡμῖν ἄζυμα προσφέρεσθαι, πολλοῦ καὶ πανταχόθεν πλήθους συναχθέντος ἐπὶ τὴν ἑορτὴν δείσας Κουμανός, μὴ νεώτερόν τι παρὰ τούτων προσπέσῃ, κελεύει τῶν στρατιωτῶν μίαν τάξιν ἀναλαβοῦσαν τὰ ὅπλα ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ἑστάναι καταστελοῦντας τὸν νεωτερισμόν, εἰ ἄρα τις γένοιτο. 20.107τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ τῆς Ἰουδαίας ἐπιτροπεύσαντες ἐν ταῖς ἑορταῖς ἔπραττον. 20.108τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τις ἀνακαλύψας ἐπεδείκνυε τῷ πλήθει τὰ αἰδοῖα, καὶ πρὸς τοῦτο θεασαμένων ὀργὴ καὶ θυμὸς ἦν οὐχ ἑαυτοὺς ὑβρίσθαι λεγόντων, ἀλλὰ τὸν θεὸν ἠσεβῆσθαι· τινὲς δὲ τῶν θρασυτέρων τὸν Κουμανὸν ἐβλασφήμουν ὑπʼ αὐτοῦ τὸν στρατιώτην καθεῖσθαι λέγοντες. 20.109Κουμανὸς δʼ ἀκούσας καὶ αὐτὸς οὐ μετρίως ἐρεθίζεται πρὸς τὰς βλασφημίας, παρῄνει μέντοι παύσασθαι νεωτέρων ἐπιθυμοῦντας πραγμάτων μηδὲ στάσεις ἐξάπτειν ἐν ἑορτῇ. 20.110μὴ πείθων δέ, μᾶλλον γὰρ ἐπέκειντο βλασφημοῦντες, κελεύει τὸ στράτευμα πᾶν τὰς πανοπλίας ἀναλαβὸν ἥκειν εἰς τὴν Ἀντωνίαν, φρούριον δʼ ἦν τοῦτο, καθάπερ καὶ πρότερον εἴπομεν, ἐπικείμενον τῷ ἱερῷ. 20.111παραγενομένους δὲ τοὺς στρατιώτας θεασάμενον τὸ πλῆθος καὶ φοβηθὲν φεύγειν ὥρμησεν, τῶν δʼ ἐξόδων στενῶν οὐσῶν διώκεσθαι νομίζοντες ὑπὸ τῶν πολεμίων καὶ συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὺς ἀλλήλοις ἐν τοῖς στενοῖς θλιβόμενοι διέφθειρον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.103 Joseph. AJ 20.109 (English) >>Joseph. AJ 20.114

Powered by PhiloLogic